Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.169 | Dem. 21.173 (English) | >>Dem. 21.176 |
21.171ὅτι τοίνυν καὶ κεκόμισται χάριν , ὦ ἄνδρες Ἀθηναῖοι , παρʼ ὑμῶν , οὐ μόνον ὧν αὐτὸς λελῃτούργηκε λῃτουργιῶν ἀξίαν (μικρὰ γὰρ αὕτη γέ τις ἦν ), ἀλλὰ καὶ τῶν μεγίστων , καὶ τοῦτο βούλομαι δεῖξαι , ἵνα μηδʼ ὀφείλειν οἴησθέ τι τῷ καταπτύστῳ τούτῳ . ὑμεῖς γάρ , ὦ ἄνδρες Ἀθηναῖοι , ἐχειροτονήσατε τοῦτον τῆς Παράλου ταμίαν , ὄντα τοιοῦτον οἷός ἐστι , καὶ πάλιν ἵππαρχον , ὀχεῖσθαι διὰ τῆς ἀγορᾶς ταῖς πομπαῖς οὐ δυνάμενον , καὶ μυστηρίων ἐπιμελητὴν καὶ ἱεροποιόν ποτε καὶ βοώνην , καὶ τὰ τοιαῦτα δή .
21.172εἶτα πρὸς τῶν θεῶν τὸ τὴν τῆς φύσεως κακίαν καὶ ἀνανδρίαν καὶ πονηρίαν ταῖς παρʼ ὑμῶν ἀρχαῖς καὶ τιμαῖς καὶ χειροτονίαις ἐπανορθοῦσθαι μικρὰν ὑπολαμβάνετʼ εἶναι δωρειὰν καὶ χάριν ; καὶ μὴν εἴ τις αὐτοῦ ταῦτʼ ἀφέλοιτο “ἱππάρχηκα , τῆς Παράλου ταμίας γέγονα ,” τίνος ἔστʼ ἄξιος οὗτος ;
21.173ἀλλὰ μὴν κἀκεῖνό γʼ ἐπίστασθε , ὅτι τῆς μὲν Παράλου ταμιεύσας Κυζικηνῶν ἥρπασε πλεῖν ἢ πέντε τάλαντα , ὑπὲρ ὧν ἵνα μὴ δῷ δίκην , πάντα τρόπον περιωθῶν καὶ ἐλαύνων τοὺς ἀνθρώπους καὶ τὰ σύμβολα συγχέων τὴν μὲν πόλιν ἐχθρὰν τῇ πόλει πεποίηκεν , τὰ χρήματα δʼ αὐτὸς ἔχει · ἵππαρχος δὲ χειροτονηθεὶς λελύμανται τὸ ἱππικὸν ὑμῶν , τοιούτους θεὶς νόμους οὓς πάλιν αὐτὸς ἔξαρνος ἦν μὴ τεθεικέναι .
21.174καὶ τῆς μὲν Παράλου ταμιεύων τότε , ὅτε τὴν ἐπὶ Θηβαίους ἔξοδον εἰς Εὔβοιαν ἐποιεῖσθʼ ὑμεῖς , δώδεκα τῆς πόλεως τάλαντʼ ἀναλίσκειν ταχθείς , ἀξιούντων ὑμῶν πλεῖν καὶ παραπέμπειν τοὺς στρατιώτας οὐκ ἐβοήθησεν , ἀλλʼ ἤδη τῶν σπονδῶν γεγονυιῶν , ἃς Διοκλῆς ἐσπείσατο Θηβαίοις , ἧκεν . καὶ τόθʼ ἡττᾶτο πλέων τῶν ἰδιωτικῶν τριήρων μιᾶς · οὕτως εὖ τὴν ἱερὰν τριήρη παρεσκευάκει . ἱππαρχῶν τοίνυν , τί οἴεσθε τἄλλα ; ἀλλʼ ἵππον , ἵππον οὐκ ἐτόλμησεν ὁ λαμπρὸς καὶ πλούσιος οὗτος πρίασθαι , ἀλλʼ ἐπʼ ἀλλοτρίου τὰς πομπὰς ἡγεῖτο , τοῦ Φιλομήλου τοῦ Παιανιέως ἵππου · καὶ ταῦτα πάντες ἴσασιν οἱ ἱππεῖς . καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω , κάλει μοι καὶ τούτων τοὺς μάρτυρας .
Μάρτυρες
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.169 | Dem. 21.173 (English) | >>Dem. 21.176 |